Tην Αγίαν ημέρα των Φώτων (Αγίου Γρηγορίου Παλαμά)

Αγίου Γρηγορίου Παλαμά

Χθὲς συνεκκλησιάζοντας καὶ συνεορτάζοντας μὲ σᾶς ποὺ προεωρτάζατε τὴν ἡμέρα τῶν Φώτων σᾶς ἀνέπτυξα τὰ ἀπαραίτητα λέγοντας πρὸς τὴν ἀγάπη σας τὰ σχετικὰ μὲ τὸ βάπτισμα κατὰ Χριστόν, τὸ ὁποῖο ἀξιωθήκαμε ἐμεῖς· ὅτι δηλαδὴ εἶναι ἐπίγνωσις τοῦ Θεοῦ καὶ ὑπόσχεσις πρὸς τὸν Θεό· πίστις μὲν καὶ ἐπίγνωσις τῆς ἐν Θεῷ ἀλήθειας, συμφωνία δὲ καὶ ὑπόσχεσις ἔργων καὶ λόγων καὶ τρόπων ἀρεστῶν στὸν Θεὸ ποὺ τελοῦνται διὰ τῶν ἱερῶν συμβόλων. Ἀλλά διδάσκοντας προσθέσαμε καὶ τοῦτο, ὅτι ἂν δὲν μετατρέψωμε σὲ ἔργο τὶς ὑποσχέσεις ἐκεῖνες, τὰ ἱερὰ ἐκεῖνα σύμβολα καὶ οἱ δι’ αὐτῶν καὶ μαζὶ μὲ αὐτά διὰ λόγου ὑποσχέσεις πρὸς τὸν Θεό, ὄχι μόνο δὲν ὠφελοῦν τὸν ἄνθρωπο, ἀλλὰ καί δικαίως τὸν ὑποβάλλουν σὲ καταδίκη.

Συνέχεια

Λόγος εις τα Άγια Θεοφάνεια (Αγ. Ιωάννου Χρυσοστόμου)

Άγιος Ιωάννης ο Χρυσόστομος

Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται· ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει. Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου βοῶντος πρὸς τὸ συνελθὸν πανταχόθεν καὶ βαπτιζόμενον τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.

Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο ὁ Κύριος, ὅτι ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει· ὑποδήματα γὰρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου προσαγορεύεται…

Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖσα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμενος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ’ αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες· Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα; τί σεαυτὸν συκοφαντεῖς; σὺ τοῦ μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀνθρώποις ποθητὸς, καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρότερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυρότερος. Σὺ καὶ κατ’ ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώθης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάρις Θεοῦ ἑρμηνεύεται.

Tί τοίνυν συκοφαντεῖς ἑαυτόν; Οὐκ ἔχεις τὸν ἰσχυρότερόν σου. Ὁ δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ Δεσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέγετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι’ ἐκεῖνον, ἐκεῖνος οὐ δι’ ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγιαστικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιοκρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαντας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ἐκεῖνον προσμείνατε, παρ’ ἐκείνου τὸ τέλειον δέξασθε βάπτισμα· ἐγὼ λύχνος ἐν μέρει, ἐκεῖνος ἥλιος πανταχοῦ. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστί.

Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος καὶ παραπλήσια τούτων, οἱ ὑπ’ αὐτοῦ βαπτισθέντες ὄχλοι προσέμενον ἀντιβάλλοντες πρὸς ἀλλήλους, καὶ λέγοντες· Καρτερήσωμεν καὶ ἴδωμεν τὴν μέλλουσαν διαβαίνειν βασιλείαν ἢ φαντασίαν· ἐφόρτωσεν ἡμῶν τὰς ἀκοὰς Ἰωάννης καταπληκτικοῖς λόγοις· ἰσχυρότερον αὐτοῦ παραγενέσθαι λέγει, πτύον καὶ πῦρ καὶ Πνεῦμα φέροντα.

Ἐν τούτοις τῶν ὄχλων καραδοκούντων κοσμικῆς βασιλείας παρουσίαν, ἑνὶ ὁ τῶν ὅλων Δεσπότης καὶ Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ’ αὐτοῦ βαπτισθῆναι.

Ταύτην τοίνυν τὴν ταπεινὴν θέαν τῆς τοῦ Χριστοῦ ἐπιστασίας ὁ Βαπτιστὴς Ἰωάννης παρὰ πολλὴν προσδοκίαν θεασάμενος, ἰλιγγίασεν, ἠπόρησε, καὶ ἐξεπλάγη· τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦσαι· καὶ οὐχ ηὕρησεν· ἀοράτος γὰρ ἦν κρατούμενος καὶ συνεχόμενος· ἐβόα πρὸς τὸν κρατοῦντα Κύριον λέγων·

Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Τί ποιεῖς, Δέσποτα; τί προδίδως με τοῖς ὄχλοις εἰς θάνατον; Νῦν ὡς ψευδολόγον. ὄχλοι λιθάσουσιν· ἐγὼ μεγάλα περὶ σοῦ ἐκήρυξα, καὶ σὺ ὡς λιτὸς καὶ ξένος παραγέγονας. Τί ποιεῖς, Δέσποτα; καὶ ἄνω Υἱὸς βασιλέως, καὶ κάτω Υἱὸς βασιλέως· καὶ οὐδαμῶς σκῆπτρον βασιλικόν; Δεῖξόν σου τὴν ἀξίαν· τί μόνος καὶ λιτὸς παραγέγονας; ποῦ σου τὸ τῶν ἀγγέλων στῖφος; ποῦ τὸ τῶν ἀρχαγγέλων τάγμα; ποῦ σου ἡ ἑξαπτέρυγος τῶν Χερουβὶμ λειτουργία; ποῦ τὸ πτύον; ποῦ τὸ πῦρ; ποῦ σου τὸ Πνεῦμα τὸ ἅγιον; Μωϋσῆν ἐδόξασας, νεφέλην φωτεινὴν παρέστησας, στῦλον πυρὸς πορεύεσθαι αὐτῷ αρεσκεύασας, τὸ πρόσωπον αὐτοῦ ἀγγελικῇ δόξῃ περιήστραψας, τὸν δοῦλον ἐν τοσαύτῃ δόξῃ ἠμφίασας, καὶ σὺ ὁ Δεσπότης ἐν ἰδιωτικῷ σχήματι παραγενόμενος τὴν κεφαλήν μοι προσκλίνεις; Ἀνάνευσον, κεφαλὴ πάντων ὑπάρχεις· δεῖξον ὅπερ εἶς· ἔδειξας τὰ ταπεινὰ, δεῖξον καὶ τὰ ὑψηλά· βάπτισον τοὺς παρόντας, καὶ πρὸ πάντων ἐμέ. Τί βαπτίσαι θέλων;

Ὁ Ἰορδάνης οὐ δέξεται· ἐγνώρισέ σε τὸν ποιητὴν, ἀνέτρεψε τὰ ῥεῖθρα εἰς τὰ ὀπίσω, οὐ προβαίνει εἰς τὰ ἔμπροσθεν, ἀρνεῖται τὴν τάξιν. Τὰ στοιχεῖα γνωρίζουσι, κἀγὼ μὴ γνωρίσω; Εἰ θέλεις βαπτισθῆναι, ἑαυτὸν βάπτισον. Οὐκ ἐκτείνω τὰς χεῖρας· ἀρνοῦνται τὴν σύνθεσιν, ναρκῶσι, συστέλλονται· ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Οἶδά σε τίς εἶ, καὶ γινώσκεις ὅτι οἶδά σε. Τί με κρύπτεις τὸν εἰδότα σε; Ἐν τῇ νηδύϊ τῆς μητρός μου ὑπάρχων κατεσφαλισμένος, καὶ πρὸ καιροῦ τὴν ἔξοδον μὴ εὑρίσκων, μόνον ἐθεασάμην σε φερόμενον ὑπὸ τῆς παρὰ σοῦ φερομένης· ἐγνώρισά σε, καὶ τί λαλεῖν μὴ εὑρίσκων, τὸ τῆς μητρός μου χρησάμενος στόμα, ἐβόησα δι’ αὐτῆς τὰ ἐμὰ λέγων· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἐκεῖ οὐκ ἐσφάλην, καὶ ὧδε οὐ γινώσκω; Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;

Ὁ δὲ Κύριος πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· οὐκ οἶδας ὃ λέγεις· ἐγὼ οἶδα ὃ πραγματεύομαι. Τὴν δόξαν τῆς θεότητός μου ζητεῖς ἀποκαλυφθῆναί σοι· οὐκ ἔχει ὁ καιρός· πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Σὺ ἀληθεύεις, ἀλλ’ οὐ πιστεύῃ· ἄπιστον γὰρ τὸ τῶν Ἰουδαίων ἔθνος· οὐ γεννήματα ἐχιδνῶν αὐτοὺς προσηγόρευσας; Πῶς οὖν τούτοις ἀνακαλυφθῆναί με θέλεις; Οὐ δέχονταί σου τὴν περὶ ἐμοῦ μαρτυρίαν· ὑπονοοῦσί σε διὰ τὸ ὕποπτον, ὡς εἶναι πρόδρομον· Ἄφες ἄρτι, μείζονα μαρτυρίαν δέξονται. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.

Ὁ δὲ Ἰωάννης λέγει πρὸς αὐτόν· Πῶς, Δέσποτα; Καὶ ὁ Κύριος πρὸς αὐτόν· Ὥσπερ περιετμήθην, ἵνα τὸν νόμον πληρώσω, βαπτίζομαι ἵνα τὴν χάριν κυρώσω. Ἐὰν μέρος πληρώσω, καὶ μέρος καταλείψω, κολοβὸν καταλιμπάνω τὴν οἰκονομίαν· δεῖ με πάντα πληρῶσαι, ἵνα μετὰ ταῦτα γράψῃ Παῦλος· Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦ ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἵνα μὴ ἄρχωνται οἱ Ἰουδαῖοι λέγειν υἱὸν τοῦ τέκτονος, ἀλλὰ τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημμελημάτων ἐκπλῦναι θέλων· εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; Διὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.

Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώδη. Ἥψατο μὲν τῆς κορυφῆς τοῦ Δεσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατεσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ Δεσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο. Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρινάμενος τοῖς πλήθεσι, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.

Δοξάσωμεν οὖν τὸν ἐπιφανέντα Δεσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: thriskeftika.blogspot.com

Άγιος Βασίλειος ο Μέγας

1η Ιανουαρίου

Ο Άγιος Βασίλειος ο Μέγας γεννήθηκε το 329 ή 330 στην Καισάρεια της Καππαδοκίας σε οικογένεια πλούσιων γαιοκτημόνων ως δεύτερο τέκνο, το οποίο ακολούθησαν άλλα επτά, από τα οποία δύο έγιναν επίσκοποι, ο Γρηγόριος Νύσσης και ο Πέτρος Σεβαστείας. Ο πατέρας του, Βασίλειος και αυτός, ήταν αξιόλογος ρητοροδιδάσκαλος στην Νεοκαισάρεια του Πόντου και η μητέρα του, Εμμέλεια, προερχόταν από σπουδαία οικογένεια Καισαρέων, που διέπρεπε στα γράμματα και στα πολιτικοστρατιωτικά αξιώματα. Αμέσως μετά την γέννησή του ο Βασίλειος μεταφέρθηκε στα Άννησα του Πόντου, όπου μεγάλωσε με την επίβλεψη της μητέρας του και της γιαγιάς του Μακρίνας, η οποία τον μύησε στην ευσέβεια και την Παράδοση της Εκκλησίας. Τα πρώτα γράμματα έμαθε (335/7) από τον πατέρα του στην Νεοκαισάρεια. Το 341/3 ήρθε στην Καισάρεια για την εγκύκλια μόρφωση, όπου γνώρισε τον Γρηγόριο Θεολόγο, και περί το 346/7 ταξίδεψε στην Κωνσταντινούπολη για συμπλήρωση των σπουδών του. Ίσως μάλιστα έμεινε λίγο και στην Νικομήδεια, για ν’ ακούσει τον περίφημο ρητοροδιδάσκαλο Λιβάνιο.

Συνέχεια

Ο Όσιος Σίμων ο Μυροβλύτης και η θαυμαστή Σιμωνόπετρα

28 Δεκεμβρίου

Η Ιερά Μονή Σίμωνος Πέτρας Αγίου Όρους

«Σίμων ὑπερβὰς ἀστεροσκόπων θέαν.
Τὴν Βηθλεὲμ παρῆκε πρὸς πόλον θέων,
Εἰκάδι ὀγδοάτη βίοτον λίπε λυγρὸν ὁ Σίμων»

Δεσπόζοντας εδώ και αιώνες επιβλητικά πάνω στο πέλαγος του Αγίου Όρους, αιωρούμενη ηγεμονικά πάνω από το φοβερό βάραθρο που χάσκει εμπρός της, η Σιμωνόπετρα δικαίως κατέχει τη φήμη της πλέον εντυπωσιακής μονής της Αθωνικής Πολιτείας. Ισορροπώντας σαν από θαύμα μεταξύ γης και ουρανού, πότε λουσμένη στο υπερκόσμιο φως του Άθωνος και πότε τυλιγμένη στην μυστηριακή ομίχλη του αγιορείτικου χειμώνα, η Ιερά Μονή Σίμωνος Πέτρας είναι ένας τόπος ιερός που καθηλώνει τον προσκυνητή της από την πρώτη στιγμή που την αντικρίζει! Με τα ταπεινά φωτάκια των κεριών της ν’ αχνοφέγγουν στα παράθυρα και τις καμπάνες της που επικρέμονται κυριολεκτικά στο κενό, πάνω από τα σκληρά βράχια στη βάση της, ο επισκέπτης θαυμάζει το μεγαλειώδες αυτό κτίσμα, που μοιάζει με άστρο που έπεσε από τον ουρανό στην αγιασμένη ετούτη γη, για να κοσμεί παντοτινά με την παρουσία και τη σπουδαία προσφορά του στην Ορθοδοξία, το Περιβόλι της Παναγιάς μας.

Συνέχεια

Άγιος Νήφων Επίσκοπος Κωνσταντιανής ο θεόπτης

23 Δεκεμβρίου

Ο Άγιος Νήφων υπήρξε Ιεράρχης της Αλεξανδρινής Εκκλησίας του δ’ αιώνα μ.Χ., που αξιώθηκε πολλές θείες οπτασίες και που ο Μέγας Αθανάσιος μαρτυρεί την αγιότητά του. Ο Αγαπητός, πατέρας του αγίου, ήταν ο πρώτος άρχοντας της Αλμυροπόλεως της Αιγύπτου. Ο άγιος Νήφων πήγε σε ηλικία οκτώ ετών στην Κωνσταντινούπολη για να σπουδάσει. Μαζί με τον πόθο για μόρφωση παρουσίαζε και μεγάλη ευλάβεια προς τον Θεό. Παρασύρθηκε όμως σε μια ταραγμένη και άσωτη νεανική ζωή εξ αιτίας της απειρίας του. Οι φίλοι του τού θύμιζαν την προηγούμενη χριστιανική του ζωή, αλλά ο Νήφωνας παρέμενε στην αμαρτία.

Συνέχεια

Χριστούγεννα στο Άγιον Όρος

Στις ψυχές των τέκνων της Ορθοδόξου Εκκλησίας, οι Δεσποτικές και Θεομητορικές εορτές μετουσιώνονται σε μεγάλες πνευματικές χαρές, γιατί γίνονται ανεξάντλητες πηγές ύμνων θείων ερώτων, θερμότατης ευγνωμοσύνης και απείρου ευχαριστίας, για όσα ο Θεός εδωροφόρησεν αγαθά στους ανθρώπους από τότε που «εφανερώθη εν σαρκί». Οι Μοναχοί γενικά και ειδικά στο Άγιον Όρος του Άθω, εορτάζουν την Γέννηση του Θεού Λόγου σχεδόν κάθε ημέρα, δηλαδή σε όλον τον κύκλο του λεγομένου θεολογικώς λειτουργικού χρόνου, χάρις στις νυχθήμερες ιερές Ακολουθίες. Πράγματι, στις αδιάλειπτες λατρείες που επιτελούνται στις βυζαντινές Μονές, στις Σκήτες, στα Καλύβια και τα ιερά Ησυχαστήρια, κατά τις θείες λειτουργίες, τους μυσταγωγικά ιλαρούς Εσπερινούς και τα κατανυκτικά Απόδειπνα, αλλά και στις ατομικές προσευχές των Μοναχών, ψάλλονται τροπάρια, Απολυτίκια και Κοντάκια και διαβάζονται θεολογικές Ευχές, που ως κέντρο έχουν την Σάρκωση του Θεού και την σωτηρία του κόσμου.

Συνέχεια

Των 14.000 σφαγιασθέντων Νηπίων υπό του Ηρώδου (Αλέξανδρος Σμέμαν)

π. Αλέξανδρος Σμέμαν

Η σφαγή των νηπίων

Δεν προλαβαίνουμε να χαρούμε τα Χριστούγεννα, αυτή τη γιορτή της ειρήνης και της καλωσύνης που ακτινοβολεί το Παιδί της Βηθλεέμ, και τότε το ευαγγέλιο μας προσκαλεί να παρασταθούμε μάρτυρες της έκρηξης μιας τρομακτικής μοχθηρίας απέναντι σ’ Αυτό, μιας μοχθηρίας που ποτέ δε θα τελειώσει ή θα αδυνατίσει…

Συνέχεια

Άγιος Ιωάννης Μαξίμοβιτς, ένας άγιος της Οικουμένης

2 Ιουλίου

Ο Άγιος Ιωάννης Μαξίμοβιτς είναι ένας σύγχρονος άγιος της Ορθοδοξίας. Ρωσικής καταγωγής, υπήρξε Αρχιεπίσκοπος Κίνας και Επίσκοπος Σαγκάης, Βρυξελλών – Παρισιού και Σαν Φρανσίσκο. Κοιμήθηκε ειρηνικά την 2α Ιουλίου 1966 στο Σιάτλ των ΗΠΑ. Θεωρείται ο προστάτης άγιος των ορφανών παιδιών, ένας άγιος ολόκληρης της Οικουμένης.

Συνέχεια

Τα ζώα έχουν μέσα τους τη χαρά της ζωής

Γέροντας Θαδδαίος της Βιτόβνιτσα

Elder Thaddeus of Vitovnica

Δόξα τω Θεώ που υπάρχουν ακόμη πουλάκια. Πολλά όμως είδη πουλιών εξαφανίστηκαν. Η ζωή όλο και περισσότερο, καταστρέφεται και σβήνει.  Μέχρι πριν από δέκα περίπου χρόνια, εδώ στο Μοναστήρι μας στη Βιτόβνιτσα, όταν χιόνιζε πολύ και είχε ξαστεριά, μαζεύονταν πάρα πολλοί λαγοί. Ολόκληρη αγέλη. Το χιόνι παχύ και επάνω του έκαναν μονοπάτια, σχημάτιζαν κύκλους μέσα στα ξέφωτα εκεί που δεν υπήρχαν δέντρα. Κυνηγιόντουσαν, κυλιόντουσαν στο χιόνι, έπαιζαν, χαίρονταν. Χαρά Θεού! Τα ζώα έχουν μέσα τους τη χαρά της ζωής. Ενώ εμείς οι άνθρωποι διαταράξαμε την ισορροπία της φύσης. Τα ζώα αν και δεν έχουν πολλά, έχουν τη χαρά της ζωής. Εμείς οι άνθρωποι έχουμε τα πάντα, και πάλι δεν είμαστε ευχαριστημένοι. Τα ζώα δεν μεριμνούν, δεν χτίζουν αποθήκες για να στιβάσουν σιτάρι και ο Κύριος πάλι τα τρέφει. Λίγο δαγκώνουν από κανένα κλαδάκι, βρίσκουν κάπου να προστατευθούν και κοιμούνται. Δοξάζουν τον Θεό.

Συνέχεια

Ο Νυμφίος

«Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός,
διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς»

(από τα «Ἀλληλουϊάρια» της Ακολουθίας του Νυμφίου)

Συνέχεια

Ιδού ανεβαίνομεν εις Ιεροσόλυμα..

Μεγάλο Μετέωρο – Ιερά Μονή Μεταμορφώσεως του Σωτήρος
Πάσχα 2016

«Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι’ αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρά μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν».

Συνέχεια