
«ὕβρις φυτεύει τύραννον· …εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται, Δίκας ἀφόβητος, οὐδὲ δαιμόνων ἕδη σέβων, κακά νιν ἕλοιτο μοῖρα, δυσπότμου χάριν χλιδᾶς, εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως καὶ τῶν ἀσέπτων ἔρξεται, ἢ τῶν ἀθίκτων ἕξεται ματᾴζων. Τίς ἔτι ποτ᾽ ἐν τοῖσδ᾽ ἀνὴρ βέλη θεῶν ἔρξεται ψυχᾶς ἀμύνων; εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, τί δεῖ με χορεύειν; Οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπ᾽ ὀμφαλὸν σέβων, οὐδ᾽ ἐς τὸν Ἀβαῖσι ναόν, δὲ τὰν Ὀλυμπίαν, εἰ μὴ τάδε χειρόδεικτα πᾶσιν ἁρμόσει βροτοῖς. ἀλλ᾽, ὦ κρατύνων, εἴπερ ὄρθ᾽ ἀκούεις, Ζεῦ, πάντ᾽ ἀνάσσων, μὴ λάθοι σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. Φθίνοντα γὰρ Λαΐου παλαιὰ θέσφατ᾽ ἐξαιροῦσιν ἤδη, κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής· ἔρρει δὲ τὰ θεῖα…»
ΣΟΦΟΚΛΗ, Οἰδίπους Τύραννος (873, 883-910)
Συνέχεια